Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 2.328 | Joseph. BJ 2.333 (English) | >>Joseph. BJ 2.337 |
2.331τοῦτʼ ἔψυξεν τὴν Φλώρου πλεονεξίαν · τῶν γὰρ τοῦ θεοῦ θησαυρῶν ἐφιέμενος καὶ διὰ τοῦτο παρελθεῖν ἐπιθυμῶν εἰς τὴν Ἀντωνίαν , ὡς ἀπερράγησαν αἱ στοαί , τὴν ὁρμὴν ἀνετράπη , καὶ μεταπεμψάμενος τούς τε ἀρχιερεῖς καὶ τὴν βουλὴν αὐτὸς μὲν ἐξιέναι τῆς πόλεως ἔφη , φρουρὰν δʼ ἐγκαταλείψειν αὐτοῖς ὅσην ἂν ἀξιώσωσιν .
2.332τῶν δὲ πάντα περὶ ἀσφαλείας καὶ τοῦ μηδὲν νεωτερίσειν ὑποσχομένων , εἰ μίαν αὐτοῖς καταλείποι σπεῖραν , μὴ μέντοι τὴν μαχεσαμένην · πρὸς γὰρ ταύτην ἀπεχθῶς διʼ ἃ πέπονθεν ἔχειν τὸ πλῆθος · ἀλλάξας τὴν σπεῖραν , ὡς ἠξίουν , μετὰ τῆς λοιπῆς δυνάμεως ὑπέστρεψεν εἰς Καισάρειαν .
-- -- ὁ δὲ τὰ παρʼ ἀμφοῖν ἀναγνοὺς μετὰ τῶν ἡγεμόνων ἐβουλεύετο . τοῖς μὲν οὖν αὐτὸν ἐδόκει Κέστιον μετὰ στρατιᾶς ἀναβαίνειν ἢ τιμωρησόμενον τὴν ἀπόστασιν , εἰ γέγονεν , ἢ βεβαιοτέρους καταστήσοντα Ἰουδαίους καὶ συμμένοντας , αὐτῷ δὲ προπέμψαι τῶν ἑταίρων τὸν κατασκεψόμενον τὰ πράγματα καὶ τὰ φρονήματα τῶν Ἰουδαίων πιστῶς ἀναγγελοῦντα .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 2.328 | Joseph. BJ 2.333 (English) | >>Joseph. BJ 2.337 |